Τρίτη 21 Ιανουαρίου 2014

Στιχηρὰ εἰς τὸν ἅγιον Γρηγόριον Ἀρχιεπίσκοπον Θεσσαλονίκης τὸν Παλαμᾶν

 
του Αγίου Μάρκου του Ευγενικού

Ἦχος δ΄.  Ὁ ἐξ ὑψίστου κληθείς.
Ὁ ἐκ κοιλίας μητρὸς ἡγιασμένος ὅτε τὸν ἐπίκηρον βίον κατέλιπες καὶ τὴν τοῦ κόσμου προσπάθειαν ἀπετινάξω, φιλοσοφίας ἐνθέῳ ἔρωτι, τότε παμμακάριστε πρὸς ἑαυτὸν συστραφείς, καὶ τὰς αἰσθήσεις τοῦ σώματος καὶ τὰς δυνάμεις, τὰς ψυχικὰς σοφῶς καθηράμενος, δι΄ἐγκρατείας, καὶ δακρύων καὶ προσευχῆς ἀεννάου γεγένησαι, θείου μύρου δοχεῖον καὶ λαμπρὸν σκεῦος τῆς χάριτος.
Ὅμοιον.
Προκαθαρθεὶς τὴν ψυχὴν καὶ τὴν καρδίαν, εἶδες ὅσον ἔξεσται τὸ μεγα θέαμα, Χριστὸν ἐν δόξει ἀστράπτοντα,τοῖς μύσταις τῆς χάριτος, συνανελθὼν εὐκλεῶς, τῇ θεωρίᾳ τοῦ Πνεύματος καὶ τὴν ἀκτῖνα, τῆς πανολβίου αἴγλης δεξάμενος πεφωτισμένος, θεορρήμων θεοειδὴς θεοφόρος ἐγνώσθης ἡμῖν· ὅθεν ἄκτιστον ταύτην, καὶ ἀΐδιον ἐκήρυξας.
Ὅμοιον.
Τοὺς σκοτεινοὺς πρὸς τὸ φῶς ψηλαφῶντας, λόγων ἀποδείξεσι, τὰ ὑπὲρ λόγον καὶ νοῦν μεμωραμμένους ἀπήλαγξας, ἐνθέοις λόγοις, τῆς οὐρανίου σοφίας ὅσιε, τὴν χάριν τοῦ Πνεύματος καὶ τὸ αΐδιον φῶς, τῆς ἀπροσίτου θεότητος κατατεμόντας, καὶ εἰς τὴν κτίσιν καταβιβάσαντας, οἷς ἐμβοήσας, τὰ θεόπνευστα τῶν πατέρων ἐξ ὕψους διδάγματα, ἐμβροντήτους εἰργάσω κἂν εἰς ἒτι τονθορύζωσιν.
Ὅμοιον.              
Τὴν Ἐκκλησίαν κοσμήσας θεοφόρε· λόγοις τε καὶ πράξεσι καὶ διδαχαῖς ἱεραῖς καὶ τῶν πατέρων τὰ δόγματα διατρανώσας, συχνοῖς ἱδρῶσι καὶ ἀγωνίσμασι πρὸς τὴν ὑπερκόσμιον, ἔνθεν ἀπῆρας ζωήν, ἀγγελικαῖς ὁμηγύρεσι καὶ ἀποστόλοις καὶ ἱεράρχαις συνὼν καὶ μάρτυσι, καὶ τὴν γλυκεῖαν, φωτοφάνειαν τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν ὡς ἐπόθησας βλέπων, ἧς τυχεῖν καὶ ἡμᾶς πρέσβευε.


πηγή : "Ο ΑΓΙΟΣ ΜΑΡΚΟΣ Ο ΕΥΓΕΝΙΚΟΣ"


 
 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου