Κυριακή 15 Ιουνίου 2014

Κυριακή των Αγίων Πάντων - Ομιλία του Αγίου Γρηγορίου του Παλαμά

 
Κυριακή τῶν Ἁγίων Πάντων
Ματθ. ι΄ 32-33, 37-38· ιθ΄ 27-30
 Ὁμιλία κε΄ ἐκφωνηθῆσα τὴν Κυριακὴν τῶν Ἁγ. Πάντων
 
 
 
 
 
 
 
 


Θαυμαστὸς ὄντως ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ. Ὅταν γάρ τις ἐνθυμηθῇ τοὺς ὑπερφυεῖς·  τῶν μαρτύρων ἀγῶνας, πῶς ἐν ἀσθενείᾳ σαρκὸς τὸν ἰσχυρὸν ἐν κακίᾳ κατήσχυναν, ὡς ἀνεπαισθήτως ἔχουσι τῶν ὀδυνῶν καὶ τῶν τραυμάτων ἀγωνιζόμενοι σώμασι, πρὸς πῦρ, πρὸς ξίφος, πρὸς ποικίλας καὶ θανατηφόρους βασάνων ἰδέας, διὰ τῆς καρτερίας ἀντιπαραττόμενοι, καὶ τὰς μὲν σάρκας τεμνόμενοι, καὶ τὰς ἁρμονίας διαλυόμενοι, καὶ τὰ ὀστᾶ συντριβόμενοι, τὴν δὲ ὁμολογίαν τῆς εἰς Χριστὸν πίστεως σώαν διαφυλάττοντες καὶ ἄτμητον, καὶ ἀσινῆ, καὶ ἀκράδαντον· ὅθεν καὶ ἀναντίρρητος αὐτοῖς ἐχαρίσθη σοφία τοῦ Πνεύματος, καὶ τῶν τεραστίων ἡ δύναμις·  ὅταν τὴν ὑπομονὴν ἀναλογίσηται τῶν ὁσίων, πῶς ὡς ἀσώματοι τὰς πολυμέρους ἀσιτίας, τὰς ἀγρυπνίας, τὰς ἄλλας ποικίλας κακώσεις τοῦ σώματος ἐθελουσίως ὑπήνεγκαν, πρὸς τὰ πονηρὰ πάθη, πρὸς τὰ ποικίλα τῆς ἁμαρτίας εἴδη, πρὸς τὸν ἔνδον καὶ ἐν ἡμῖν αὐτοῖς ἀόρατον πόλεμον, πρὸς τὰν ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας εἰς τέλος ἀντιταξάμενοι, καὶ τὸν μὲν ἐκτὸν ἄνθρωπον τηκόμενοί τε καὶ ἀχρειούμενοι, τὸν δὲ ἐντὸς ἄνθρωπον ἀνανεούμενον καὶ θεούμενοι, παρ’ οὗ τούτους ἐχαρίσθη τὰ χαρίσματα τῶν ἰαμάτων, τὰ ἐνεργήματα τῶν δυνάμεων; ὅταν τις ἐπὶ νοῦν λάβῃ ταῦτα, καὶ προσεννοήσῃ ὅτι τὴν φύσιν ὑπερβαίνει τὴν ἡμετέραν, θαυμάζει καὶ δοξάζει Θεὸν τὸν τούτοις παρασχόντα τὴν τοσαύτην χάριν καὶ δύναμιν· εἰ γὰρ καὶ τὴν προαίρεσιν ἀγαθὴν καὶ καλλίστην εἶχον, ἀλλὰ χωρὶς τῆς τοῦ Θεοῦ δυνάμεως οὐκ ἄν ἴσχυσαν ὑπὲρ τὴν φύσιν γενέσθαι, καὶ ἐν  σώματι ὄντες τὸν ἀσώματον καταπαλέσαι πόλεμον.

Διὰ τοῦτο καὶ ὁ ψαλμῳδὸς Προφήτης εἰπών· «Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ», ἐπήγαγεν· «Αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ».  Καὶ σκοπεῖτε μετὰ συνέσεως τῶν προφητικῶν ρημάτων τὴν δύναμιν·  παντὶ μὲν γάρ, φησί, τῷ λαῷ αὐτοῦ δίδωσιν ὁ Θεὸς δύναμιν καὶ κραταίωσιν· οὐ γὰρ ἐστι προσωποληψία παρὰ τῷ Θεῷ· θαυμάζεται δὲ ἐν μόνοις τοῖς ἁγίοις αὐτοῦ. Ὥσπερ γὰρ ὁ ἥλιος ἄνωθεν πλουσίως πᾶσαν ἐπίσης ἐπιχεῖ τὰς ἀκτῖνας, ὁρῶσι δὲ μόνοι ταύτας οἱ ὀφθαλμοὺς ἔχοντες, καὶ τούτους οὑ μεμυκότας καθαρᾶς δὲ ἀπολαύνουσι τῆς αὐγῆς οἱ διὰ καθαρότητα τῶν ὀμμάτων ὀξυωποῦντες, καὶ μὴ διὰ νόσον ἤ ἀχλὺν, ἤ τι τοιοῦτον ἐμπεσὸν τοῖς ὄμμασιν ἀμβλυωποῦντες· οὕτω καὶ ὁ Θεὸς ἄνωθεν πλουσίαν πᾶσι χορηγεῖ τὴν αὐτοῦ βοήθειαν· αὐτὸς γὰρ ἐστιν ἡ ἀεννάως βρύουσα τοῦ ἐλέους καὶ τῆς ἀγαθότητος σωστικὴ καὶ φωτιστικὴ πηγή. Ἀπολαύουσι δὲ τῆς ἐκεῖθεν χάριτος καὶ δυνάμεως πρὸς τὴν τῆς ἀρετῆς ἐνέργειαν καὶ τελείωσιν, ἤ καὶ τὴν τῶν θαυμάτων ἐπίδειξιν, οὐχ ἁπλῶς ἅπαντες, ἀλλ’ οἱ προαίρεσιν ἀγαθὴν κεκτημένοι, καὶ δι’ ἔργων τὴν πρὸς τὸν Θεὸν ἀγάπην καὶ πίστιν ἐπιδεικνύμενοι· καὶ τὰ μὲν φαῦλα τελείως ἀποστρεφόμενοι, τῶν δὲ τοῦ Θεοῦ προσταγμάτων ἀσφαλῶς ἀντεχόμενοι, καὶ τὸ τῆς διανοίας ὄμμα πρὸς αὐτὸν ἀνατείνοντες τὸν τῆ δικαιοσύνης ἥλιον Χριστόν· ὅς οὐ μόνον ἀοράτως χεῖρα βοηθείας ἄνωθεν προτείνει τοῖς ἀγωνιζομένοις, ἀλλὰ καὶ διὰ τοῦ Εὐαγγελίου προτρεπόμενος αἰσθητῶς ἡμῖν σήμερον· διαλέγεται·  «Πᾶς γάρ, φησίν, ὅς ἄν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς». Ὁρᾶτε ὅτι οὔτε ἡμεῖς δυνάμεθα παρρησιάσασθαι τὴν εἰς Χριστὸν πίστιν καὶ τὴν ὁμολογίαν ἄνευ τῆς παρ’ αὐτοῦ δυνάμεως καὶ συνεργείας, οὔτε ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς παρρησιάσεται ὑπὲρ ἡμῶν ἐν αἰῶνι τῷ μέλλοντι, καὶ συστήσει καὶ οἰκειώσει τῷ ἀνωτάτῳ Πατρί, ἄνευ λαβεῖν ἀφ’ ἡμῶν τὰς ἀφορμᾶς; Τοῦτο γὰρ δηλῶν οὐκ εἶπε·  Πᾶς ὅς ἄν ὁμολογήσῃ με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀλλά, πᾶς ὅς ἄν ὁμολογήσῃ  ἐμοί·  ὡς ἐν ἐκείνῳ, καὶ διὰ τῆς ἐκείνου βοηθείας δυνάμενος παρρησιάσασθαι τὴν εὐσέβειαν. Οὕτω πάλιν·  ὁμολογήσω κἀγώ, καὶ οὐκ εἶπεν, αὐτόν, ἀλλ’ ἐν αὐτῷ τοὐτέστι διὰ τῆς τοῦ ὁμολογοῦντος ἀγαθῆς ἐνστάσεως καὶ καρτερίας, ἥν ἐνεδείξατὸ ὑπὲρ τῆς εὐσεβείας. Ὅρα γὰρ τί φησιν ἐφεξῆς ἐπὶ τῶν μαλακισθέντων καὶ προδόντων τὴν εὐσέβειαν·  «Ὅστις δ’  ἄν  ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς». Οὐκ εἶπεν, ἐνταῦθα, Ὅστις ἀρνήσεται ἐν ἐμοί· διατί; Ὅτι ἔρημος γενόμενος τῆς παρὰ τοῦ Θεοῦ βοηθείας ἀρνεῖται τὸν Θεὸν ὁ ἀρνούμενος.  Διατὶ δὲ ἐγκατελείφθη καὶ ἔρημος ἐγένετο τοῦ Θεοῦ; Ἐπειδὴ φθάσας αὐτὸς ἐγκατέλιπεν αὐτὸν ἀγαπήσας τὰ πρόσκαιρα καὶ γήϊνα πλέον τῶν παρὰ τοῦ Θεοῦ ἀπηγγελμένων οὐρανίων καὶ αἰωνίων ἀγαθῶν. Οὕτω πάλιν καὶ ὁ Χριστὸς ἀρνήσεται, οὐκ ἐν αὐτῷ, ἀλλ’ αὐτόν, ὡς ἐν αὐτῷ μηδὲν εὑρών, ὧ χρήσασθαι ἦν ὑπὲρ αὐτοῦ. Ἐπεὶ δὲ καὶ ὁ ἔχων τὴν κατὰ Θεὸν ἀγάπην ἐν τῷ Θεῷ μένει, καὶ ὁ Θεὸς ἐν αὐτῷ· καθάπερ ὁ ἠγαπημένος τῷ Χριστῷ Θεολόγος φησίν, ὡς τοῦ Θεοῦ μένοντος ἐν τῷ ἀγαπῶντι αὐτόν, ποιεῖται τὴν ὁμολογίαν εἰκότως ἐν τῷ Θεῷ ὁ ἀγαπῶν ἐν ἀληθείᾳ τὸν Θεόν, ὡς δὲ καὶ αὐτοῦ μένοντος ἐν τῷ Θεῷ, ποιήσεται καὶ ὁ Θεὸς τὴν ὑπὲρ αὐτοῦ ὁμολογίαν ἐν αὐτῷ. Τὸ οὖν, «Πᾶς ὅς ἄν ὁμολογήσῃ ἐν ἐμοί, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ», τὴν τοῦ Θεοῦ πρὸς τοὺς ὁμολογοῦντας ἀδιάσπαστον συνάφειαν δηλοῖ, ἧς ἀφέστηκε μακρὰν ὁ ἀρνούμενος. Οὕτως αἱ θεῖαι ἀντιδόσεις μεθ’ ἑαυτῶν ἔχουσι τὴν θείαν δικαιοσύνην, ἐξ ὁμοιώσεως καταλλήλως ἀντεπαγόμεναι.
Ἡ μὲν οὖν ὁμοιότης τῶν παρὰ Θεοῦ βραβείων πρὸς τὰ παρ’ ἡμῶν αὐτῷ προσφερόμενα τοιαύτη καὶ οὕτως ἔχουσα. Σκοπεῖτε δὲ καὶ τὴν καθ’ ὑπεροχὴν διαφορὰν τῆς παρὰ τοῦ Θεοῦ ἀμοιβῆς ὅση πρὸς τοὺς ἐν αὐτῷ τοῦτον ὁμολογήσαντας. Ἕκαστος γὰρ τῶν ἁγίων, Θεοῦ δοῦλος ὤν, ἐπαρρησιάσατο τὴν ὁμολογίαν ἐν τῷ προσκαίρῳ τούτῳ βίῳ, καὶ ἐνώπιον θνητῶν ἀνθρώπων, μᾶλλον δὲ ἐπὶ καιροῦ βραχέος τοῦ αἰώνος τοῦτου, καὶ ἐπ’ ὀλίγων οἵων ἔφημεν ἀνθρώπων. Ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, Θεὸς ὤν καὶ Κύριος τοῦ οὐρανοῦ καὶ τῆς γῆς, παρρησιάσεται ὑπὲρ αὐτῶν ἐν τῷ ἀϊδίῳ καὶ ἀκαταλύτῳ ἐκείνῳ κόσμῳ ἐνώπιον τοῦ Θεοῦ καὶ Πατρός, περιεστηκότων τῶν ἀγγέλων, τῶν ἀρχαγγέλων, πασῶν τῶν οὐρανίων δυνάμεων, παρόντων τῶν ἀπὸ Ἀδὰμ μέχρι συντελείας ἀνθρώπων πάντων· πάντες γὰρ ἀναστήσονται καὶ παραστήσονται τῷ βήματι τοῦ Χριστοῦ. Καὶ τότε πάντων παρόντων, πάντων ὁρώντων, ἀνακηρύξει καὶ δοξάσει καὶ στεφανώσει τοὺς μέχρι τέλους τὴν εἰς αὐτὸν πίστι ἐπιδειξάμενος. Τί δεῖ πειρᾶσθαι δεικνύναι τοὺς ὑπερφυεῖς ἐκείνους στεφάνους, τὴν ὑπερβολὴν τῶν μελουσῶν ἐκείνων ἀμοιβῶν, ἄς οὔτε ὀφθαλμός, οἷος ὁ ἡμέτερος, ἰδεῖν δύναται, οὔτε οὗς ἀκοῦσαι, οὔτε καρδία διανοήσασθαι; Ἀλλὰ καὶ τὰ νῦν οἷα καὶ τὰ ὁρώμενα, τὶς λόγος ἀξίως ἐξείποι τὴν ἐν ταῖς σοροῖς τῶν ἁγίων καὶ τοῖς λειψάνοις τῶν ὀστῶν παρὰ τοῦ Θεοῦ δόξαν, τῷ παντὶ χρόνῳ συμπαρατεινομένην, τὴν ἀνδιδομένην ἐκ τούτων ἰερὰν εὐωδίαν, τὰ πηγάζοντα μύρα, τὰ χαρίσματα τῶν ἰαμάτων, τὰ ἐνεργήματα τῶν δυνάμεων, τὰς πολυειδεῖς καὶ σωτηρίους ἡμῖν ἐν τούτοις ἐπιφανείας; Εἴπω τι τῶν παρ’ ἡμῶν προσφερομένων αὐτοῖς;  Ἐν ὀλίγῳ χρόνῳ καθάπερ ἔφην, ἡ παρρησία τῆς κατὰ Θεὸν ὁμολογίας ἐκάστου τῶν ἁγίων, καὶ ἐνώπιον τινῶν ἀρχόντων καὶ βασιλέων·  ἀνυμνοῦσι δὲ καὶ μεγαλύνουσι τιμῶντες καὶ δοξάζοντες καὶ προσκυνοῦντες, οὐκ αὐτοὺς μόνον, ἀλλὰ καὶ τὰς αὐτῶν εἰκόνας, ὡς δεσποτῶν, καὶ πλέον ἤ δεσποτῶν καὶ βασιλέων, βασιλεῖς καὶ ἄρχοντες, καὶ πᾶν τὸ ὑπήκοον, τοσοῦτον αὐταῖς ὑποπίπτοντες ἑκόντες καὶ χαίροντες, ὡς καὶ τοῖς παισὶν εὔχεσθαι τοῦτο πρὸς παντὸς ἄλλου καταλιμπάνειν οἷά τινα κλῆρον ὄλβιον, καὶ ποιητικὸν εὐδαιμονίας τῆς ἀνωτάτω.  Δεῖγμα δὲ τοῦτο καὶ παράστασις ἐστι καὶ οἷον προοίμιον τῆς μελλούσης ἐκείνης ἀπορρήτου δόξης, ἤν καὶ νῦν ἔχουσιν ἐν οὐρανοῖς τῶν δικαίων τὰ πνεύματα, καὶ ἧς ἐν τῷ μέλλοντι αἰῶνι τεύξονται σὺν τούτοις τὰ συνδιανύσαντα τὸν κατὰ Θεὸν ἀγῶνα σώματα. Ταύτην δὴ τὴν ὑπερβολὴν τῆς δόξης καὶ τῶν μελλόντων ἀγαθῶν ὀ Κύριος ἐνδεικνύμενος, πρὸς μὲν τοὺς ἁγίους αὐτοῦ μαθητὰς καὶ ἀποστόλους ἔλεγεν· «Ἀμὴν λέγω ὑμῖν ὑμεῖς οἰ ἀκολουθήσαντές μοι ἐν τῇ παλιγγενεσίᾳ ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους, κρίνοντες τὰ δώδεκα φυλὰς τοῦ Ἰσραὴλ·  πρὸς δὲ πάντας ἁπλῶς τοὺς πιστεύοντας, «Πᾶς, φησίν, ὅστις ἀφῆκεν οἰκίαν, ἤ ἀδελφούς, ἤ ἀδελφάς, ἤ πατέρα, ἤ μητέρα, ἤ γυναῖκα, ἤ τέκνα, ἤ ἀγροὺς ἕνεκεν τοῦ ὀνόματός μου, ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰωνίον κληρονομήσει· ὁ δὲ φυλῶν πατέρα ἤ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος». Ἐπειδὴ γὰρ ὁ Θεὸς καὶ Πατὴρ τὸν Υἱὸν αὐτοῦ τὸν ἀγαπητὸν ἔδωκεν ὑπὲρ ἡμῶν, καὶ αὐτὸς ὁ τοῦ Θεοῦ μονογενὴς Υἱὸς ἔδωκεν ὑπὲρ ἡμῶν, καὶ ἡμᾶς δικαίως ἀπαιτεῖ πάντας τοὺς κατὰ γένος ἡμῖν προσήκοντας περιοράν, ὅταν ἐμπόδιον ὧσι πρὸς τὴν εὐσέβειαν, καὶ τὸν κατ’  αὐτήν, βίον.  Καὶ τί λέγω τοὺς κατὰ γένος προσήκοντας; αὐτὴν γὰρ τὴν ἑαυτοῦ ψυχὴν ἕκαστον παραιτήσασθαι, καιροῦ καλοῦντος, δίκαιόν τε ὁμοῦ καὶ ἀναγκαῖον, εἴπερ βούλεται ζωῆς αἰωνίου ἐπιτυχεῖν, ἐπεὶ καὶ αὐτὸς ὁ τοῦ Θεοῦ Υἱὸς τὴν ἑαυτοῦ ψυχὴν ἔθηκεν ὑπὲρ ἡμῶν διὸ πάλιν αὐτὸς φησιν «Ὅς  οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος». Σταυρὸς μὲν οὖν ἐστι καὶ τὸ σταυρῶσαι τὴν σάρκα σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις.
Ὅταν οὖν ἧ καιρὸς εἰρήνης τῆς κατ’ εὐσέβειαν, διὰ τῆς ἀρετῆς νεκρῶν ὁ ἄνθρωπος τὰ πονηρὰ πάθη καὶ τὰς ἐπιθυμίας, οὕτως αἵρων τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ τῷ Κυρίῳ. Ὅταν δὲ καιρὸς ἧ διωγμοῦ, περιφρονῶν καὶ τὴν οἰκείαν ζωήν, καὶ προδιδοὺς τὴν ἑαυτοῦ ψυχὴν ὑπὲρ  τῆς εὐσεβείας, οὕτως αἵρει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ  ὀπίσω τοῦ Κυρίου, καὶ οὕτω ζωὴν αἰώνιον κηρονομεῖ· «Ὁ γὰρ εὑών, φησί, τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν, καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν». Τι ἐστιν, Ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ εὑρήσει αὐτήν; Διπλοῦς ἐστιν ὁ ἄνθρωπος, ὁ ἐκτός, τὸ σῶμα λέγω, καὶ ὁ ἐντὸς ἡμῶν ἄνθρωπος, ἡ ψυχὴ δηλονότι. Ὅταν οὖν κατὰ τὸν ἐκτὸς ἡμῶν ἄνθρωπον παραδῷ τις ἑαυτὸν εἰς θάνατον, ἀπόλλυσι τὴν ψυχὴν αὐτοῦ, χωριζομένην ἀπ’ αὐτοῦ. Ὁ γοῦν ὑπὲρ τοῦ Χριστοῦ καὶ τοῦ Εὐαγγελίου οὕτως ἀπολέσας αὐτὴν ὄντως εὑρήσει ταύτην, ζωὴν οὐράνιον καὶ αἰώνιον ταύτῃ προξενήσας, καὶ ἐν τῇ ἀναστάσει ταύτην κομισάμενος, καὶ δι’ αὐτῆς τοιοῦτος καὶ αὐτὸς καὶ κατὰ σῶμα γεγονὼς οὐράνιος καὶ αἰώνιος. Ἀλλ’ ἐπειδὴ ταῦτα δύσκολα τε καὶ μεγάλα, καὶ τῶν τελείων μόνων, καὶ ὡς εἰπεῖν, ἀποστολικά, τὸ σταυρῶσαι τὴν σάρκα σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις, τὸ ἕτοιμον εἶναι πρὸς ἀτιμίαν ἐσχάτην, καὶ τὸν αἴσχιστον ὑπὲρ τοῦ καλοῦ θάνατον, τὸ ἀπολέσαι τὴν ψυχὴν αὐτοῦ ἕνεκεν τοῦ Εὐαγγελίου, ὅπερ ἐφεξῆς φησι προϊὼν ὁ Κύριος, πρὸς παραμυθίαν τέ ἐστι τῶν οὕτως ἀγωνιζομένων ὑπὲρ φύσιν τῶν ἀτελεστέρων· «Ὁ γὰρ ὑμᾶς δεχόμενος», τοὺς ἀποστόλους δηλονότι, καὶ τοὺς μετ’ ἐκείνους Πατέρας καὶ διδασκάλους  τῆς εὐσεβείας, «ἐμὲ δέχεται, φησί, καὶ ὁ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντα με».
Τοῖς μὲν οὖν τελειοις ἐκείνοις ἐντεῦθεν ὑποδοχὴν  ἑτοιμάζει, τοῖς δὲ μὴ τοιούτοις ἐκ τοῦ ὑποδέχεσθαι ἐκείνους τὴν σωτηρίαν πορίζει. Ἀλλ’ ὁρᾷς καὶ πόσος ὁ μισθὸς τοῖς δεχομένοις τοὺς κατὰ Θεὸν ζῶντας καὶ διδασκάλους τῆς ἀληθείας; ὁ γὰρ δεχόμενος αὐτοὺς τὸν Πατέρα καὶ τὸν Υἱὸν δέχεται. Πῶς οὖν δέχεσθαι τούτους χρή; Οὐ ξενίζειν μόνον καὶ ἀναπαύειν, ἀλλὰ καὶ ὑπακούειν. Διὸ ἀλλαχοῦ τοὺς ἀθετοῦντας φοβών, πρὸς τοὺς οἰκείους μαθητὰς ἔλεγεν· «Ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με». Ἀλλὰ καὶ ὁ ξενίζων καὶ ἀναπαύων τοὺς τοῦ Θεοῦ, ἐὰν διὰ τὸν Θεὸν τοῦτο πράττῃ, πολὺν λήψεται τὸν μισθόν·  καὶ τοῦτο δηλῶν ὁ Κύριος, ἔλεγεν· «Ὁ δεχόμενος πρόφήτην εἰς ὄνομα προφήτου μισθὸν προφήτου λήψεται· ὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου μισθὸν δικαίου λήψεται». Πῶς μισθὸν προφήτου καὶ μισθὸν δικαίου  λήψεται; Ὡς ὁ Ἀπόστολος φησι· «Τὸ ἡμῶν περίσσευμα εἰς τὸ ἐκείνων ὑστέρημα, ἵνα καὶ τὸ ἐκείνων περίσσευμα γένηται εἰς τὸ ἡμῶν ὑστέρημα»· ὁ δὲ τὸν δίκαιον, ὡς δίκαιον, ὄντα, διὰ τὸν Θεὸν δεχόμενος καὶ ἀναπαύων, κἄν μὴ φιλοτίμως ἔχῃ, ἀλλὰ καὶ μικρὰ τινα δῷ, τὰ μεγάλα κερδανεῖ. «Ὅς γὰρ ἄν, φησί, ποτίσῃ ἕνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ». Ἐν δὲ τούτοις τοῖς ρήμασι καὶ παραγγέλμασιν οὐ τῶν δικαίων μόνον μαθητῶν τὴν φροντίδα ποιεῖται, ἀλλὰ πολλῷ μᾶλλον τῶν δεχομένων αὐτούς·  εἰ γὰρ ἐκείνων μόνον ἐφρόντιζε, τὴν δοχὴν ἄν παρῇνει μόνον καὶ τὴν δοχὴν ἐκείνων ἐζήτει καὶ τὴν ἀνάπαυσιν, ὅπως ἄν ἦν · νῦν δὲ προστιθείς, εἰς ὄνομα προφήτου καὶ μαθητοῦ καὶ δικαίου, δείκνυσι φροντίζων μᾶλλον τῶν δεχομένων, τὴν γνώμην αὐτῶν ἐπὶ τὸ κρεῖττον μεταποιῶν, ἵνα καὶ ὁ μισθὸς ἐπακολουθήσῃ τούτοις μετὰ τὴς ἀρετῆς. Ἡ οὖν Ἐκκλησία τοῦ Χριστοῦ τιμῶσα καὶ μετὰ θάνατον τοὺς κατὰ Θεὸν ὡς ἀληθῶς ζήσαντας, καθ’ ἑκάστην ἡμέραν τοῦ ἐνιαυτοῦ μνήμην ποιεῖται τῶν κατ’ αὐτὴν μεταστάντων ἐντεῦθεν, καὶ τῆς ἐπικήρου ταύτης ζωῆς ἀποδημησάντων  ἁγίων·  τόν τε βίον ἑκάστου προτιθεῖσαι τῆς ἡμῶν ἕνεκεν ὠφελείας, καὶ τὸ τέλος ὑποδεικνῦσα, εἴτε μετ’ εἰρήνης, κεκοίμηται, εἴτε μαρτυρικῷ τέλει τὸν βίον κατέκλεισε. Νῦν δὲ μετὰ τὴν Πεντηκοτὴν ὁμοῦ πάντας συναγαγοῦσα, κοινὸν αὐτοῖς ἀναπέμπει τὸν ὕμνον, οὐ μόνον ὅτι πάντες ἀλλήλοις ἥνωνται, καὶ κατὰ τὴν δεσποτικὴν εὐχὴν τὸν ἑαυτοῦ Πατέρα ἐν Εὐαγγελίοις ὁ Κύριος, ἵνα πάντες ἕν ὧσι ἐν ἀληθείᾳ».
Οὐ μόνον τοίνυν διὰ τοῦτο κοινὸν αὐτοῖς πᾶσι τὸν ὕμνον ἀποδίδωσιν ἡ τοῦ Θεοῦ Ἐκκλησία, ἀλλ’ ὅτι καὶ σπουδὴ ταύτῃ διά τε τῆς ἁγίας Τεσσαρακοστῆς, καὶ τῆς μετ’ αὐτὴν Πεντηκοστῆς, πάντα τὰ ἔργα ἐκφῆναι καὶ ἀνυμνῆσαι τοῦ Θεοῦ. Ἐπεὶ οὖν πάντα ἐξεῖπεν, ὥς ἴστε·  πῶς τὴν ἀρχῆν ὁ κόσμος οὗτος ἅπας ἐγένετο ὑπὸ Θεοῦ·  πῶς ὁ Ἀδὰμ ἐξώσθη τοῦ παραδείσου καὶ τοῦ Θεοῦ· πῶς ὁ πάλαι λαὸς ἐκλήθη· πῶς καὶ αὐτοὶ παραβάντες ἐξώσθησαν τῆς πρὸς Θεὸν οἰκειότητος· πῶς ὁ τοῦ Θεοῦ μονογενὴς Υἱὸς κλίνας οὐρανοὺς ὑπὲρ ἡμῶν κατῆλθε, καὶ ἔπραξεν ὑπὲρ ὑμῶν ἐξαίσια, καὶ ἐδιδαξε τὰ σωτήρια, ἔπαθέ τε καὶ ἀπέθανεν ὑπὲρ ἡμῶν, καὶ ἐτάφη ὡς ἄνθρωπος, καὶ ὡς Θεὸς ἀνέστη τριήμερος, καὶ εἰς οὐρανούς, ὅθεν καὶ κατῆλθεν, ὕστερον μετὰ σαρκὸς ἀνελήφθη, καὶ καθίσας ἐκ δεξιῶν τοῦ Πατρὸς, ἔπεμψεν ἐκεῖθεν τὸ πανάγιον Πνεῦμα· ἐπεὶ οὖν πάντα ταῦτα ἀνύμνησεν ἡ τοῦ Θεοῦ Ἐκκλησία, νῦν καὶ τὸ λεῖπον προστιθεῖσά τε ὁμοῦ καὶ δεικνῦσα, πόσους καὶ οἵους καρποὺς συνήγαγε πρὸς ζωὴν αἰωνίον ἡ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσία, καὶ ἡ τοῦ παναγίου Πνεύματος δύναμις, πάντων ὁμοῦ ποιεῖται τῶν ἁγίων τὴν μνήμην, καὶ πᾶσι τὸν ὕμνον καὶ τὴν τιμὴν ἀποδίδωσι σήμερον.
 Τιμήσωμεν οὖν καὶ ἡμεῖς, ἀδελφοί, τοὺς ἁγίους του Θεοῦ. Τιμήσωμεν δὲ πῶς; Ἐὰν κατὰ μίμησιν ἐκείνων καθάρωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, καὶ ἀποστῶμεν τῶν κακῶν τέως διὰ τῆς ἀποχῆς τούτων πρὸς ἁγιωσύνην φερόμενοι·  ἐὰν παύσωμεν τὴν γλῶσσαν ἡμῶν ἀπὸ ὅρκου καὶ ἐπιορκίας, ληδωρίας τε καὶ λοιδορίας, καὶ τὰ χείλη ἡμῶν ἀπὸ ψεύδους καὶ συκοφαντίας, καὶ οὕτω τὴν εὐφημίαν αὐτοῖς προσάγωμεν. Ἐὰν δὲ μὴ οὕτως ἑαυτοὺς καθάρωμεν, ἀκουσόμεθα δικαίως παρ’ αὐτῶν καὶ ἡμῶν ἕκαστος ἐκεῖνα τὰ τοῦ Θεοῦ πρὸς τὸν ἁμαρτωλὸν ρήματα· Ἵνα τί τολμᾷς ἀναλαμβάνειν ἐπὶ μνήμης, καὶ λαλεῖν διὰ γλώττης καὶ αὐτὰ τὰ τῶν ἁγίων ὀνόματα, καὶ διηγεῖσθαι τὴν πάσης ἀρετῆς καὶ καθαρότητος πεπληρωμένην αὐτῶν διαγωγήν; Σὺ δὲ ἐμισησας τὸν ἐνάρετον βίον καὶ ἀπὸ σαυτοῦ τὴν τῆς ψυχῆς καὶ τοῦ σώματος ἀπεδίωξας καθαρότητα. «Εἱ ἐθεώρεις κλέπτην συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχοῦ τὴν μερίδα σου ἐτίθεις·  τὸ στόμα σου ἐπλεόνασε κακίας, καὶ ἡ γλῶσσά σου περιέπλεκε δολιότητας· καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις, καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρὸς σου ἐτίθεις σκάνδαλον». Οὐ δέχεται ὕμνον, ἀδελφοί, ἀπὸ τοιούτων στομάτων οὔτε ὁ Θεός, οὔτε οἱ τοῦ Θεοῦ ἅγιοι·  εἰ γὰρ ἕκαστος ἡμῶν τὴ ἑαυτοῦ χεῖρα κόπρου ἁψαμένην, οὐ δέχετια προσενεγκεῖν αὐτῷ τε πρὸς χρείαν, ἄν μὴ πρότερον αὐτὴν ἐκπλύνῃ, πῶς ὁ Θεὸς δέξηται τὰ ἀπὸ σώματος καὶ στόματος ἀκαθάρτου προσφερόμενα, ἄν μὴ πρότερον ἑαυτοὺς ἐκκαθάρωμεν; Πολὺ γὰρ τῆς κόπρου βδελυρωτέρα ἡ ἁμαρτία, ὁ δόλος, τὸ ψεῦδος, ὁ φθόνος, τὸ μῖσος, ἡ πλεονεξία, ἡ προδοσία, τὰ αἰσχρὰ διανοήματά τε καὶ ρήματα, καὶ αἱ τούτοις ἐπακολουθοῦσαι μιαρεαῖ πράξεις. Ἀλλὰ πῶς ὁ τούτοις περιπεσὼν πάλιν καθαίρεται; διὰ τῆς μετανοίας, διὰ τῆς ἐξομολογήσεως, διὰ τῆς ἀγαθοεργίας, διὰ τῆς ἐκτενοῦς πρὸς τὸν Θεόν δεήσεως.
Ὅταν τοίνυν ἐν ταῖς ἑορταζόμεναις τῶν ἁγίων μνήμαις ἀπὸ τῶν τεχνῶν ἡμῶν καὶ τῶν ἐπιτηδευμάτων ἕκαστος σχολάζων,  τοῦτο ἡμῶν ἔστω μελέτημα, πῶς ἵνα ἀποστῶμεν καὶ ἐλεύθεροι γενώμεθα τῶν ὧν ἕκαστος περιέπεσεν ἀμαρτιῶν καὶ μολυσμῶν. Εἰ δὲ καὶ τότε παίζομεν κατὰ τῶν ἡμετέρων αὐτῶν ψυχῶν καὶ ἀδιαφοροῦμεν καὶ μεθύομεν, πῶς ἄναγνον ποιοῦντες τὴν ἡμέραν ἑορτάζειν τοὺς ἁγίους λέγομεν; Ἀλλὰ μὴ οὕτως ἑορτάζωμεν, ἀδελφοί, παρακαλῶ, ἀλλὰ παραστήσωμεν καὶ ἡμεῖς σώματά τε καὶ ψυχὰς εὐαρέστους τῷ Θεῷ, κατ’ αὐτὰς γοῦν τὰς ἑορτίους ἡμέρας, ἵνα πρεσβείαις τῶν ἁγίων μέτοχοι καὶ αὐτοὶ γενώμεθα τῆς πανηγύρεως καὶ εὐφροσύνης ἐκείνης τῆς ἀπεράντου ·  ἧς  γένοιτο  πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ὧ πρέπει δόξα σὺν τῷ ἀνάρχῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἶναι στ’ ἀλήθεια θαυμαστὸς ὁ Θεὸς στὰ ἔργα τῶν ἁγίων του. Ὅταν φέρη κανένας στὸ νοῦ του τοὺς ὑπεράνθρωπους ἀγῶνες τῶν μαρτύρων, πῶς μὲ τὴν ἀσθενικὴ σάρκα τους ντρόπιασαν τὸν ἰσχυρὸ στὸ κακό, πῶς δὲν εἶχαν  συναίσθηση τῶν πόνων καὶ τῶν τραυμάτων καθὼς ἔρριχναν τὸ σῶμα τους σὲ ἀγῶνα μὲ τὴ φωτιά, μὲ τὸ ξίφος, μὲ τὰ διάφορα εἴδη θανατηφόρων βασανιστηρίων, ἀντιπαλεύοντας μὲ τὴν ὑπομονή. Ὅταν φέρη κανένας στὸ νοῦ ὅτι κομμάτιαζαν τὶς σάρκες τους, κι ἔσπαζαν τὶς κλειδώσεις τους, καὶ τσάκιζαν τὰ κόκκαλά τους, αὐτοὶ ὅμως φύλαγαν ἀκέραια, κι ἀπείραχτη κι ἀσάλευτη τὴ πίστη τους.  Γι’ αὐτὸ καὶ πῆραν χάρισμα τὴν ἀδιαφιλονίκητη σοφία τοῦ Πνεύματος καὶ τὴ δύναμη γιὰ θαύματα. Ὅταν ἀναλογιστῆ τὴν ὑπομονὴ τῶν ὁσίων, πῶς ὑπέφεραν θεληματικὰ σὰ νὰ ἦσαν ἀσώματοι τὶς πολυήμερες νηστεῖες, τὶς ἀγρυπνίες, τὶς διάφορες ἄλλες ταλαιπωρίες τοῦ σώματος, πῶς ἀντιστάθηκαν ὡς τὸ τέλος τὰ πονηρὰ πάθη, στὰ διάφορα εἴδη τῆς ἁμαρτίας, στὸν πόλεμο ποὺ διεξάγεται ἀοράτος μέσα μας, στὶς ἀρχὲς καὶ τὶς ἐξουσίες, στὶς πνευματικὲς δυνάμεις τῆς κακίας καὶ πῶς ὁ ἐξωτερικὸς ἄνθρωπος ἔλιωνε κι ἀφανιζόταν, ὁ ἐσωτερικὸς ὅμως ἄνθρωπος ἀνανεωνόταν καὶ θεοποιοῦνταν –καὶ γι’ αὐτὸ τοὺς δόθηκε ἡ χάρη νὰ θεραπεύουν καὶ νὰ πραγματοποιοῦν ἔργα δυνάμεως. Ὅταν κανένας τὰ συλλογιστῆ αὐτὰ καὶ κάνη τὴ σκέψη ὅτι αὐτὰ ξεπερνοῦν τὴν ἀνθρώπινη φύση, θαυμάζει καὶ δοξολογεῖ τὸ Θεό, ποὺ τοὺς ἔδωσε τὸση χάρη καὶ δύναμη. Γιατὶ ἄν εἶχαν τὴν προαίρεση τὴν ἀγαθὴ καὶ πολὺ ὡραία, ὅμως χωρις τὴ δύναμη τοῦ Θεοῦ δὲ θὰ ἀποχτοῦσαν τὴ δύναμη νὰ γίνουν ὑπεράνθρωποι κι ἐνῶ ἦσαν ἄνθρωποι σωματικοὶ νὰ νικήσουν τὸν ἀσώματο ἐχθρό.
Γι’ αὐτὸ κι ὁ Προφήτης ποιητὴς τῶν ψαλμῶν εἶπε· «ἀξιοθαύμαστος εἶναι ὁ Θεὸς σήμερα στοὺς ἁγίους του» καὶ συνάμα πρόσθεσε «αὐτὸς θὰ δώση δύναμη καὶ ἀντοχὴ στὸ λαό του». Ἐξετάστε μὲ σύνεση τὴ δύναμη τῶν προφητικῶν λόγων. Σ’ ὅλο τὸ λαό του δίνει ὁ Θεὸς δύναμη καὶ ἀντοχή· δὲν κάνει ὁ Θεὸς προσωποληψία, θαυμάζεται ὅμως μόνο ἀνάμεσα στοὺς ἁγίους του. Καθὼς ὁ ἥλιος ἀπὸ ψηλὰ πλούσια σ’ ὅλους σκορπᾶ τὶς ἀκτῖνες του, τὶς βλέπουν ὅμως μόνο ὅσοι ἔχουν μάτια καὶ μάλιστα ὄχι κλειστὰ καὶ χαίρονται καθαρὴ τὴ λάμψη, μόνο ἐπειδὴ μὲ καθαρὰ μάτια βλέπουν καλὰ καὶ δὲ θαμποξεχωρίζουν μονάχα ἀπὸ ἀρρώστεια ἤ ὁμίχλη ἤ κανένα ἐμπόδιο ποὺ μπῆκε μπροστά, ἔτσι κι ὁ Θεὸς πλούσια δίνει ἀπὸ ψηλὰ τὴ βοήθειά του σ’ ὅλους, γιατὶ αὐτὸς εἶναι ἡ ἄπειρη σωστικὴ φωτιστικὴ πηγὴ τῆς εὐσπλαχνίας καὶ τῆς καλωσύνης. Κερδίζουν τὴ χάρη καὶ τὴ δύναμη ποὺ ἀκτινοβολεῖται γιὰ τὴν ἄσκηση καὶ τὴν ὁλοκλήρωση τὴς ἀρετῆς ἤ καὶ τὴν πραγματοποίηση τῶ θαυμάτων ὄχι ὅλοι γενικὰ παρὰ ὅσοι ἔχουν καλὴ προαίρεση καὶ ἐκδηλώνουν μὲ ἔργα τὴν πίστη καὶ τὴν ἀγάπη πρὸς τὸ Θεό. Κι ὅσοι ἀποστρέφονται τέλεια τὴν κακία καὶ κρατοῦν μὲ ἀσφάλεια τὶς ἐντολὲς τοῦ Θεοῦ καὶ στρέφουν τὰ νοερὰ μάτια στὸ Χριστό,  στὸν ἥλιο τῆς δικαιοσύνης. Ἐκεῖνος δὲν ἁπλώνει μόνο χέρι βοήθειας ἀόρατα σ’ αὐτοὺς ποὺ ἀγωνίζονται ἀλλὰ καὶ μὲ τὶς προτροπὲς τοῦ Εὐαγγελίου σήμερα συνομιλεῖ αἰσθητὰ μαζί μας. Ὅποιος ὁμολογήση μπροστὰ στοὺς ἀνθρώπους τὸ ὄνομά μου θὰ ὁμολογήσω κι ἐγὼ μπροστὰ στὸν πατέρα μου στοὺς οὐρανούς. Βλέπετε ὅτι οὔτε ἐμεῖς μποροῦμε νὰ φανερώσωμε μὲ θάρρος τὴν πίστη μας στὸ Χριστὸ καὶ τὴν ὁμολογία μας χωρὶς τὴ δύναμη καὶ τὴ βοήθειά του, οὔτε καὶ ὁ Κύριός μας Ἰησοῦς Χριστὸς θὰ μιλήση φανερὰ γιὰ μᾶς στὴ μέλλουσα ζωή, γιὰ νὰ μᾶς συστήση καὶ νὰ μᾶς γνωρίση μὲ τὸν Πατέρα, χωρὶς νὰ πάρη ἀφορμὴ ἀπὸ μᾶς. Αὐτὸ θέλοντας νὰ τὸ φανερώση δὲν εἶπε, καθένας ποὺ θὰ μὲ ὁμολογήση μπροστὰ στοὺς ἀνθρώπους ἀλλὰ καθένας ποὺ θὰ ὁμολογήση στ’ ὄνομά μου. Γιατὶ στ’ ὀνομά του καὶ μὲ τὴ βοήθεια ἐκείνου μπορεῖ νὰ φανερώση θαρρετὰ τὴν εὐσέβειά του. Ἔτσι πάλι δὲν εἶπε, θὰ ὁμολογήσω  κι ἐγὼ αὐτὸν ἀλλὰ στὸ ὄνομά του δηλαδὴ ἀπὸ τὴν ἀγαθὴ ἐμμονὴ καὶ καρτερία ἐκείνου ποὺ ὁμολογεῖ, ποὺ ἔδειξε γιὰ χάρη τῆς εὐσέβειας. Πρόσεξε τί λέει παρακάτω γι’ αὐτοὺς ποὺ δείλιασαν καὶ πρόδωσαν τὴν εὐσέβεια. «Ὅποιος μὲ ἀρνηθῆ μπροστὰ  στοὺς ἀνθρώπους  θὰ τὸν ἀρνηθῶ κι ἐγὼ μπροστὰ  στὸν πατέρα μου στοὺς οὐρανούς». Δὲν εἶπε ἐδῶ ὅποιος ἀρνηθῆ στ’ ὄνομά μου. Γιατὶ ὅποιος ἀρνεῖται τὸ κάνει, ἀφοῦ στερηθῆ τὴ βοήθεια τοῦ Θεοῦ. Καὶ τὴ στερεῖται γιατὶ αὐτὸς πρῶτος ἐγκατέλειψε τὸ Θεό, ἐπειδὴ ἀγάπησε τὰ πρόσκαιρα καὶ τὰ γήϊνα περισσότερο ἀπὸ ὅσο τὰ οὐρνάνια καὶ αἰώνια ἀγαθὰ ποὺ ὑποσχέθηκε ὁ Θεός. Ἔτσι πάλι καὶ ὁ Χριστὸς δὲ θὰ τὸν ἀρνηθῆ στ’ ὄνομά του ἀλλὰ θὰ ἀρνηθῆ αὐτόν, γιατὶ δὲν βρῆκε τίποτα σ’ αὐτὸν νὰ τὸ χρησιμοποιήσει σὰν ἐπιχείρημα.  Γιατὶ ὅποιος ἔχει ἀγάπη στὸ Θεό, μένει στοὺς κόλπους τοῦ Θεοῦ καὶ ὁ Θεὸς σ’ ἐκεῖνον, ὅπως λέει ὁ Θεὸς μένει σ’ ἐκεῖνον, ὅπως λέει ὁ ἀγαπητὸς στὸ Χριστὸ Θεολόγος, ἐπειδὴ ὁ Θεὸς μένει μέσα σ’ ἐκεῖνον, ποὺ τὸν ἀγαπᾶ, κατὰ φυσικὸ λόγο μέσα στὸ Θεὸ κινεῖ τὴν ὁμολογία του αὐτὸς ποὺ ἀληθινὰ ἀγαπᾶ τὸ Θεό. Κι ἐπειδὴ κι αὐτὸς μένει μέσα στο Θεὸ κι ὁ Θεὸς θέτει τὴν ὁμολογία του γι’ αὐτὴν μέσα σ’ αὐτόν. Ἡ φράση τέλος «γιὰ καθέναν ποὺ θὰ ὁμολογήση στ’ ὄνομά μου, θὰ ὁμολογήσω στ’ ὄνομά του κι ἐγὼ» φανερώνει τὴν ἀδιάσπαστη ἑνότητα τοῦ Θεοῦ μ’ ἐκείνους ποὺ ὁμολογοῦν, ἀπὸ τὴν ὁποία μένει μακριὰ στέκεται αὐτὸς ποὺ ἀρνεῖται. Ἔτσι οἱ θεϊκὲς ἀνταποδόσεις ἔχουν μέσα τους τὴ θεία δικαιοσύνη καὶ ἐπιφέρονται κατάλληλα σύμφωνα μὲ μιὰ ἀρχὴ ὁμοιότητος.
Ἡ ὁμοιότητα λοιπὸν τῶν θείων ἐπιβραβεύσεων πρὸς αὐτὰ ποὺ τοῦ προσφέρομε εἶναι τέτοια.  Ἐξετάστε καὶ τὴ διαφορὰ πρὸς τὰ ἄνω τῆς θείας ἀμοιβῆς γιὰ κείνους ποὺ τὸν ὁμολογοῦν μέσα στὸν ἑαυτό   του. Κάθε ἅγιος σὰν δοῦλος τοῦ Θεοῦ ἔκαμε φανερὰ τὴν ὁμολογία μέσα στὸν πρόσκαιρο αὐτὸν βίο καὶ μπροστὰ σὲ θνητοὺς ἀνθρώπους ἤ γιὰ νὰ πῶ καλύτερα σ’ ἕνα ἐλάχιστο σημεῖο τῆς ζωῆς αὐτῆς καὶ σὲ λίγους ὅπως εἶπα ἀνθρώπους. Ὁ Κύριος μας ὅμως Ἰησοῦς Χριστός, ἐπειδὴ εἶναι Κύριος τοῦ οὐρανοῦ καὶ τῆς γῆς θὰ μιλήση φανερὰ γι’ αὐτοὺς μέσα στὸν αἰώνιο καὶ ἀκατάλυτο ἐκεῖνο κόσμο μπροστὰ στὸ Θεὸ καὶ Πατέρα, σὲ ἀγγέλους ποὺ στέκονται ὁλόγυρα, σὲ ἀρχαγγέλους, ὅλες τὶς δυνάμεις τοῦ οὐρανοῦ, κι ἐνῶ θὰ εἶναι παρόντες ὅλοι ἀπὸ τὸν Ἀδάμ ὡς τὴ συντέλεια τοῦ κόσμου. Ὅλοι θ’ ἀναστηθοῦν καὶ θὰ σταθοῦν κοντὰ στὸ σῶμα τοῦ Χριστοῦ καὶ τότε, ἐνῶ θὰ εἶναι ὅλοι μπροστὰ κι ὅλοι θὰ βλέπουν, θὰ φωνάξη τὰ ὀνόματα καὶ θὰ δοξάση καὶ θὰ στεφανώση ἐκείνους ποὺ ἔδειξαν ὡς τὸ τέλος τὴν πίστη τους σ’ αὐτόν.  Γιατὶ πρέπει νὰ προσπαθήσω νὰ δείξω τοὺς οὐράνιους ἐκείνους στεφάνους, τὶς ὑπερβολικὲς ἐκεῖνες ἀμοιβὲς ποὺ μᾶς περιμένουν, ποὺ οὔτε μάτι σὰν τὸ δικό μας μπορεῖ νὰ δῆ, οὔτε αὐτὶ ν’ ἀκούση, οὔτε νὰ σκεφθῆ; Ἀλλὰ  καὶ αὐτὰ ποὺ βλέπομε τώρα εἶναι τόσο ἀξιοθαύμαστα.  Ποιός λόγος μπορεῖ ν’ ἀποκαλύψη τὴ δόξα ποὺ παρέχει ὁ Θεὸς στὰ λείψανα καὶ τὰ ὀστὰ  τῶν ἁγίων, ποὺ παρατείνεται σ’ ὅλο τὸ μάκρος τοῦ χρόνου, τὴν ἱερὴ εὐωδία ποὺ ἀναδίνεται ἀπ’  αὐτὰ τὰ μύρα ποὺ ἀναβλύζουν, τὶς δωρεὰν θεραπεῖες, τὴ διενέργεια τῶν θαυμάτων, τὶς ποικίλες καὶ σωτήριες γιὰ μᾶς ἐμφανίσεις ποὺ γίνονται σ’ αὐτά. Νὰ πῶ κάτι ἀπ’ αὐτὰ ποὺ προσφέρονται σ’ αὐτοὺς ἀπὸ μᾶς;  Λίγο χρόνο, ὅπως εἶπα, κράτησε ἡ θαρρετὴ ὁμολογία τοῦ Θεοῦ ἀπὸ καθέναν ἀπὸ τοὺς ἁγίους καὶ μπροστὰ σὲ μερικοὺς ἄρχοντες καὶ βασιλεῖς·  ἀνυμνοῦν ὅμως καὶ μεγαλύνουν τιμῶντας καὶ δοξάζοντας καὶ προσκυνῶνας ὄχι αὐτοὺς μονάχα καὶ τὶς  εἰκόνες τους σὰ νὰ ἦσαν κύριοι καὶ παραπάνω ἀπὸ κύριοι καὶ βασιλεὶς οἱ βασιλεῖς καὶ οἱ ἄρχοντες κι ὅλοι οἱ ὑπηκόοι προσπέφτοντας σ’ αὐτοὺς μὲ τὸση πορθυμία καὶ χαρά, ὥστε νὰ εὔχεται κανεὶς νὰ τὸ κληρονομήσουν αὐτοὸ καὶ στὰ παιδιὰ περισσότερο ἀπὸ κάθε ἄλλο, σὰ μιὰ καλότυχη κληρονομία, ποὺ προξενεῖ τὴν πιὸ ψηλὴ εὐτυχία. Κι αὐτὸ εἶναι δεῖγμα καὶ ἐξοικόνιση καὶ σάμπως προανάκρουσμα τῆς δόξας ἐκείνης τῆς ἄρρητης ποὺ μᾶς περιμένει ποὺ καὶ τώρα τὴ χαίρονται τὰ πνεύματα τῶν δικαίων καὶ ποὺ θὰ τὴν ἐπιτύχουν μαζί μ’ αὐτὰ καὶ τὰ σώματα ποὺ μαζὶ μὲ τὰ πνεύματα πέρασαν ὄλο τὸν ἀγῶνα τοῦ Θεοῦ.  Γι  αὐτὴ τὴν ὑπερβολὴ τῆς δόξας καὶ τῶν μελλοντικῶν ἀγαθῶν κάνοντας ἔνδειξη ὁ Κύριος στοὺς ἁγίους μαθητὰς καὶ ἀποστόλους ἀπὸ τὴ μιὰ εἶπε «Ἀλήθεια σᾶς λέγω, σεῖς ποὺ μ’ ἀκολουθήσατε, στὴν ὥρα τοῦ ξαναγεννημοῦ, ὅταν ὁ Γιὸς τοῦ ἀνθρώπου καθίση στὸν θρόνο τῆς δόξας του θὰ καθίσετε καὶ σεῖς σὲ δώδεκα θρόνους καὶ θὰ κρίνετε τὶς δώδεκα φυλὲς τοῦ Ἰσραήλ». Καὶ σ’ ὅλους πάλι γενικὰ ποὺ πιστεύουν. «Καθένας ποὺ ἄφησε σπίτη ἤ ἀδελφὴ ἤ ἀδελφὲς ἤ πατέρα ἤ μάνα ἤ γυναῖκα ἤ παιδιὰ ἤ χωράφια γιὰ χάρη μου, θὰ λάβη ἑκατὸ φορὲς περισσότερο καὶ θὰ κληρονομήση ζωὴ παντοτινή. Κι ὅποιος ἀγαπᾶ τὸν πατέρα ἤ τὴ μάνα του περισσότερο ἀπὸ μένα δὲν εἶναι ἄξιός μου». Ἐπεῖδὴ ὁ Θεὸς καὶ Πατέρας ἔδωσε γιὰ χάρη μας τὸν Γιὸ του τὸν ἀγαπητὸ ( καὶ ὁ ἴδιος ὁ Γιὸς τοῦ Θεοῦ ὁ μονογενὴς ἔδωσε τὴν ψυχή του γιὰ χάρη μας) ζητεῖ κι ἀπὸ μᾶς δίκαια ὅλους τοὺς συγγενεῖς μας νὰ μὴν λογαριάζωμε, ὅταν μᾶς ἐμποδίζουν στὴν εὐσέβεια καὶ τὸν εὐσεβῆ βίο.  Καὶ τί λέγω τοὺς συγγενεῖς; Εἶναι δίκαιο καὶ ἀναγκαῖο νὰ προσφέρη καθένας τὴν ἴδια τὴν ψυχή του, ὅταν τὸ καλέση ἡ περίσταση, ἄν θέλη νὰ ἐπιτύχη τὴν παντοτινὴ ζωή, ἀφοῦ ὁ ἴδιος ὁ Γιὸς τοῦ Θεοῦ ἔδωσε γιὰ  μᾶς τὴν ψυχή του. Γι’ αὐτὸ λέει καὶ «ὅποιος δὲν παίρνει τὸ σταυρό του καὶ δὲν μ’ ἀκολουθεῖ δὲν εἶναι ἄξιος μου». Σταυρὸς λοιπὸν εἶναι καὶ τὸ νὰ σταυρώση κανεὶς τὴ σάρκα μὲ τὰ πάθη καὶ τὶς ἐπιθυμίες.
Ὅταν λοιπὸν εἶναι περίοδος εἰρήνης, νεκρώνει μὲ τὴν ἀρετὴ ὁ ἄνθρωπος τὰ κακὰ πάθη καὶ τὶς ἐπιθυμίες καὶ σηκώνοντας ἔτσι τὸ σταυρὸ του ἀκολουθεῖ τὸν Κύριο. Ὅταν πάλι εἶναι περίοδος διωγμοῦ, περιφρονῶντας καὶ τὴν ἴδια τὴ ζωὴ καὶ παραδίδοντας τὴν ψυχὴ του γιὰ χάρη τῆς εὐσέβειας, σηκώνει ἔτσι τὸ σταυρό του καὶ ἀκολουθεῖ τὸν Κύριο καὶ ἔτσι κληρονομεῖ τὴν παγντοτινὴ ζωή. Ὅποιος εὕρη τὴν ψυχὴ του λέει θὰ τὴ χάση, κι αὐτὸς ποὺ ἔχασε τὴν ψυχή του γιὰ μένα θὰ τὴν εὕρη. Τί σημαίνει αὐτό; Ὅποιος ἔχασε τὴν ψυχή του θὰ τὴν εὕρη; Ὁ  ἄνθρωπος εἶναι διπλός, ὁ ἔξω, δηλαδὴ τὸ σῶμα καὶ ὁ μέσα μας ἄνθρωπος δηλ. ἡ ψυχή. Ὅποιος λοιπὸν παραδώση σὲ θάνατο τὸν ἑαυτό του ὡς πρὸς τὸν ἔξω ἄνθρωπο χάνει τὴν ψυχή του ποὺ χωρίζεται ἀπ’ αὐτόν. Αὐτὸς λοιπὸν ποὺ χάνει τὴν ψυχή του γιὰ χάρη τοῦ Χριστοῦ καὶ τοῦ Εὐαγγελίου, αὐτὸς πραγματικὰ θὰ τὴν εὕρη, ἀφοῦ τῆς χαρίση ζωὴ οὐράνια καὶ παντοτινὴ καὶ τέτοια θὰ τὴν πάρη κατὰ τὴν ἀνάσταση καὶ τέτοιος θὰ γίνη κι αὐτὸς κατὰ τὸ σῶμα ἐξ αἰτίας της, οὐράνιος κι αἰώνιος. Ἐπειδὴ ὅμως αὐτὰ εἶναι δύσκολα καὶ μεγάλα καὶ γιὰ τοὺς τέλειους μόνο καὶ γιὰ νὰ πῶ ἔτσι, ἀποστολικά, νὰ σταυρώσης δηλ. τὴ σάρκα μὲ τὰ πάθη καὶ τὶς ἐπιθυμίες, νὰ εἶσαι ἕτοιμος γιὰ τὴν ἐσχάτη περιφρόνηση καὶ τὸν πιὸ ἐπονείδιστο θάνατο γιὰ χάρη τοῦ καλοῦ, νὰ χάσης τὴν ψυχή σου γιὰ χάρη τοῦ Εὐαγγελίου, αὐτὰ ποὺ στὴ συνέχεια λέει ὁ Κύριος εἶναι γιὰ νὰ ἐνθαρρυνθοῦν οἱ πιὸ ἀτελεῖς ποὺ τὸσο ὑπεράνθρωπα ἀγωνίζονται·  «αὐτὸς ποὺ δέχεται ἐσᾶς» δηλαδὴ τοὺς ἀποστόλους καὶ τοὺς ὕστερ’ ἀπ’ αὐτοὺς Πατέρες καὶ δασκάλους τῆς εὐσεβείας «δέχεται καὶ ἐμένα κι ὅποιος δέχεται ἐμένα, δέχεται ἐκεῖνον ποὺ μ’ ἔστειλε».
 Γιὰ τοὺς τέλειους ἐκείνους ἀπὸ δῶ ἑτοιμάζει ὑποδοχή, σ’ ὅσους δὲν εἶναι τέλειοι παρέχει τὴ σωτηρία, ἐπειδὴ ὑποδέχονται ἐκείνους.  Βλέπεις πόσο μεγάλος εἶναι κι ὁ μισθὸς γι’ αὐτοὺς ποὺ δέχονται ὅσους ζοῦν κατὰ Θεὸ κι ὅσους διδάσκουν τὴν ἀλήθεια. Γιατὶ ὅποιος τοὺς δέχεται αὐτοὺς δέχεται τὸν Πατέρα καὶ τὸ Γιό. Πῶς λοιπὸν πρέπει νὰ τοὺς δεχώμαστε αὐτούς; Ὄχι μόνο νὰ τοὺς φιλοξενοῦμε καὶ νὰ τοὺς ἀναπαύωμε ἀλλὰ καὶ νὰ τοὺς ἀκοῦμε. Γι’ αὐτὸ σ’ ἄλλο σημεῖο θέλοντας νὰ φοβίση ἐκείνους ποὺ τοὺς ἀψηφοῦν, ἔλεγε στοὺς μαθητές του. «Ὅποιος σᾶς ἀψηφᾶ, ἀψηφᾶ ἐμένα κι ὅποιος ἀψηφᾶ ἐμένα ἀψηφᾶ ἐκεῖνον ποὺ μ’ἔστειλε». Ἀλλὰ κι αὐτὸς ποὺ φιλοξενεῖ μόνο κι ἀναπαύει τοὺς ἀνθρώπους τοῦ Θεοῦ, ἄν αὐτὸ τὸ κάμη γιὰ τὸ Θεό, θὰ πάρη μισθὸ πολύ. Αὐτὸ φανερώνοντας ὁ Κύριος ἔλεγε· «Ὅποιος δέχεται προφήτη ὡς προφήτη θὰ πάρη μισθό προφήτου κι ὅποιος δέχεται δίκαιο ὡς δίκαιο θὰ λάβη δικαίου μισθό». Πῶς θὰ πάρη μισθὸ προφήτου καὶ μισθὸ δικαίου; Ὅπως λέει ὁ Ἀπόστολος τὸ δικὸ τους περίσσευμα θ’ ἀναπληρώση τὸ ὑστέρημα τὸ δικό μας. Κι ὅποιος τὸν δίκαιο σὰ δίκαιο δέχεται κι ἀναπαύει κι ἄν δὲν προσφέρη μ’ ἀφθονία ἀλλὰ δώση μικροπράγματα, θὰ κερδίση τὰ μεγάλα. Ὅποιος ποτίση ἕνα ἀπ’ αὐτοὺς τοὺς μικροὺς ἕνα ποτήρι νερὸ στ’ ὄνομα μαθητοῦ, σᾶς βεβαιώνω ὅτι δὲ θὰ χάση τὸ μισθό του. Μὲ αὐτὰ τὰ λόγια καὶ τὶς ἐντολὲς δὲν φροντίζει μόνο γιὰ τοὺς δικαίους καὶ τοὺς μαθητὰς ἀλλὰ πολὺ περισσότερο γιὰ αὐτοὺς ποὺ τοὺς δέχονταν. Ἄν φρόντιζε μόνο γι’ αὐτούς, θὰ συνιστοῦσε τὴν ὑποδοχή τους μόνο καὶ θὰ ζητοῦσε τὴν ὑποδοχὴ μονάχα ἐκείνων καὶ τὴν ἀνάπαυση, ὅπως καὶ νὰ ἦταν. Τώρα ὅμως μὲ τὴν προσθήκη, σὲ ὄνομα προφήτου καὶ μαθητοῦ καὶ δικαίου δείχνει ὅτι φροντίζει περισσότερο αὐτοὺς ποὺ δέχονται θέλοντας ν’ ἀλλάξη τὴν ἀντίληψή τους στὸ καλύτερο, ὥστε μὲ τὴν ἀρετὴ ν’ ἀκολουθήση καὶ ὁ μισθός τους. Ἡ Ἐκκλησία λοιπὸν τοῦ Χριστοῦ τιμῶντας μετὰ τὸν θάνατο αὐτοὺς ποὺ ἔζησαν ἀληθινὰ κατὰ τὸ  θέλημα τοῦ Θεοῦ ὅλο τὸ χρόνο μνημονεύει κάθε μέρα αὐτοὺς ποὺ τὴ μέρα ἐκείνη ἔφυγαν ἀπὸ δῶ, καὶ τοὺς ἁγίους ποὺ ἀποδήμησαν ἀπὸ τὴν ζωὴ αὐτὴ τὴ σημαδεμένη μὲ τὸ θάνατο. Καὶ φέρνει μπροστὰ στὰ μάτια μας τὴ ζωὴ καθενὸς γιὰ δική μας ὠφέλεια καὶ παρουσιάζει τὸ τέλος  τους, εἴτε ἦταν εἰρηνικὸ εἴτε ἔκλεισε ἡ ζωή του μὲ τὴ σφραγίδα  τοῦ μαρτυρίου.  Καὶ τώρα μετὰ τὴ Πεντηκοστή, ἀφοῦ ὅλους μαζί μᾶς συγκέντρωσε, τοὺς κάμνει κοινὰ ἔπαινο, ὄχι μονο ἐπειδὴ ὅλοι εἶναι ἑνωμένοι μεταξὺ τους κι εἶναι ἕνας κατὰ τὴν εὐχὴ τοῦ Κυρίου. «Δῶσε σ’ αὐτοὺς, λέει πρὸς τὸν Πατέρα στὸ Εὐαγγέλιο ὁ Κύριος, δῶσε τους νὰ  εἶναι ὅλοι ἕνα, ὅπως ἐγώ, Πατέρα, μὲ σένα καὶ σὺ μένα ἔτσι κι αὐτοὶ νὰ εἶναι ἑνωμένοι μαζί μας ἀληθινά».
Δὲν ἀποδίδει λοιπὸν σ’ ὅλους αὐτοὺς ἡ Ἐκκλησία τοῦ Θεοῦ τὸν κοινὸ ὕμνο μόνο γι’ αὐτὸ τὸ λόγο ἀλλὰ καὶ γιατὶ σπεύδει ἔτσι μὲ τὴν ἁγία Τεσσαρακοστὴ κι ἔπειτα τὴν Πεντηκοστὴ νὰ φανέρωση καὶ ν’ ἀνυμνήση ὅλα τὰ ἔργα τοῦ Θεοῦ. Ἀφοῦ λοιπὸν ὅλα τὰ ἐφανέρωσε, ὅπως   γνωρίζετε, πῶς στὴν ἀρχὴ ἔγινε ἀπὸ τὸ Θεὸ ὅλος αὐτὸς ὁ κόσμος· πῶς  ὁ Ἀδὰμ διώχτηκε ἀπὸ τὸν παράδεισο καὶ τὸ Θεό·  πῶς ὁ παλαιὸς λαὸς δέχτηκε τὴν κλήση τοῦ Θεοῦ· πῶς  κι αὐτοὶ μὲ τὶς παραβάσεις τους ἀπομακρύνθηκαν ἀπὸ τὴν οἰκειότητα τους μὲ τὸ Θεό· πῶς ὁ μονογενὴς Γιὸς τοῦ Θεοῦ, ἀφοῦ ἔκλινε τοὺς οὐρανοὺς κατέβηκε σ’ ἐμᾶς κι ἀφοῦ ἔπραξε θαυμάσια, καὶ ἐδίδαξε κήρυγμα  σωτηρίας, ἔπαθε καὶ πέθανε γιὰ μᾶς σὰν ἄνθρωπος θάφτηκε ἀλλὰ καὶ σὰ Θεὸς ἀναστήθηκε σὲ τρεῖς μέρες καὶ στοὺς οὐρανοὺς ἀπ’ ὅπου κατέβηκε ὕστερα ξαναγύρισε καὶ καθίζοντας στὰ δεξιὰ τοῦ Πατέρα ἔστειλε ἀπὸ κεῖ τὸ Πανάγιο Πνεῦμα. Ἀφοῦ λοιπὸν ὅλα αὐτὰ τὰ ὕμνησε ἡ Ἐκκλησία τοῦ Θεοῦ τώρα κι ἐκεῖνο ποὺ ἔλειπε προσθέτοντας καὶ παρουσιάζοντας, πόσο πολλοὺς δηλαδὴ καὶ ὡραίους καρποὺς μάζεψε γιὰ νὰ ζήσουν αἰώνια ἡ παρουσία τοῦ Κυρίου μας καὶ Θεοῦ καὶ Σωτῆρα μας Ἰησοῦ Χριστοῦ, καὶ ἡ δύναμη τοῦ παναγίου Πνεύματος, ὅλων μαζί τῶν ἁγίων κάμνει τὸ μνημόσυνο καὶ σ’ ὅλους τὸν ὕμνο καὶ τὴν τιμὴ ἀποδίδει σήμερα.
Ἄς τιμήσωμε λοιπὸν κι ἐμεῖς, ἀδελφοί μου, τοὺς ἁγίους τοῦ Θεοῦ. Καὶ θὰ τοὺς τιμήσωμε πῶς; Ἄν κατὰ τὸ παράδειγμα ἐκείνων καθαρίσωμε τοὺς ἑαυτούς μας ἀπὸ κάθε μόλυσμα σαρκικὸ καὶ πνευματικὸ κι ἄς ἀπομακρυνθοῦμε ἀπὸ τὶς κακίες προχωρῶντας πρὸς τὴν ἁγιότητα μὲ τὴν ἀποχὴ ἀπ’ αὐτές. Ἄν ἐμποδίσωμε τὴ γλῶσσα μας ἀπὸ τὸν ὅρκο καὶ τὴν ἐπιορκία, ἀπὸ τὴ φλυαρία καὶ ὑβρεολογία καὶ τὰ χείλη μας ἀπὸ τὸ ψεῦδος καὶ τὴ συκοφαντία κι ἔτσι τοὺς προσφέρομε τὸν ἔπαινο. Ἄν δὲν καθαρίσωμε ἔτσι τὸν ἑαυτό μας, δίκαια θ’ ἀκούσωμε ὁ καθένας μας ἀπ’ αὐτοὺς ἐκεῖνα τὰ λόγια τοῦ Θεοῦ πρὸς τὸν ἁμαρτωλό. Πῶς τολμᾶς νὰ φέρνης στὴ μνήμη σου καὶ νὰ ἀναφέρης μὲ τὴ γλῶσσα σου ἀκόμα κι αὐτὰ τὰ ὀνόματα τῶν ἁγίων καὶ νὰ διηγῆσαι τὴ συμπεριφορά τους γεμάτη ἀπὸ κάθε ἀρετὴ καὶ καθαρότητα. Ἐνῶ ἐσὺ ἐμίσησες τὸν ἐνάρετο βίο καὶ πέταξες μακρυά σου τὴν καθαρότητα τῆς ψυχῆς καὶ τοῦ σώματος. Ἄν ἔβλεπες κλέφτη, τὸν βοηθοῦσες καὶ ἔπαιρνες τὸ μερίδιο μὲ τὸ μοιχό. Τὸ στόμα σου ξεχείλισε ἀπὸ κακία κι ἡ γλῶσσα ὕφανε δολιότητες. Καθόσουν κάπου καὶ καταλαλοῦσες τὸν ἀδελφό σου, ἔστηνες παγίδα στὸν γιὸ τῆς μητέρας σου. Ἀπὸ τέτοια στόματα, ἀδελφοί μου, οὔτε ὁ Θεὸς οὔτε οἱ ἅγιοί του δέχονται ὕμνο. Ἄν καθένας ἀπὸ μᾶς, ἄν ἀγγίξη κάτι ἀκάθαρτο μὲ τὸ χέρι του, δὲ θέλη νὰ τὸ χρησιμοποιήση, ἄν δὲν τὸ πλύνη πρῶτα, πῶς ὁ Θεὸς θὰ δεχτῆ ὅ,τι προσφέρωμε ἀπὸ σῶμα καὶ στόμα ἀκάθαρτα, ἄν δὲν καθαρίσωμε πρῶτα τὸν ἑαυτό μας; Πολὺ πιὸ σχαμένη ἀπὸ τὴν ἀκαθαρσία ἡ ἁμαρτία, ὁ δόλος, τὸ ψεῦδος, ὁ φθόνος, τὸ μῖσος, ἡ πλεονεξία, ἡ προδοσία, οἱ αἰσχροὶ διαλογισμοὶ καὶ λόγοι καὶ οἱ ἀκαθάρατες πράξεις ποὺ τὰ ἀκολουθοῦν. Καὶ πῶς καθαρίζεται πάλι ἐκεῖνος ποὺ πέφτει σ’ αὐτά; Μὲ τὴ μετάνοια, τὴν ἐξομολόγηση, τὴν ἀγαθοεργία, μὲ τὴ συνεχῆ δέηση πρὸς τὸ Θεό.
 Ὅταν λοιπὸν στὶς μνῆμες τῶν ἁγίων ποὺ ἑορτάζομε, σχολάζομε ἀπὸ τὴν τέχνη καὶ τὸ ἐπάγγλεμά μας καθένας, αὐτὰ ἄς εἶναι ἡ σκέψη μας, πῶς νὰ ἀπομακρυνθοῦμε καὶ νὰ ἐλευθερωθοῦμε ἀπὸ τὶς ἁμαρτίες μας. Ἄν ὅμως καὶ τότε ἀκόμη περιπαίζωμε τὶς ψυχές μας κι ἀδιαφοροῦμε καὶ μεθοῦμε, πῶς λέμε ὅτι ἑορτάζουμε τοὺς ἁγίους, ἀφοῦ διώχνουμε ἀπὸ τὴν ἡμέρα τὴν ἁγιότητα; Ἀλλα ἄς μὴ γιορτάζωμε ἔτσι, ἀδελφοί μου, παρακαλῶ. Ἄς φέρνωμε τὰ σώματα καὶ τὶς ψυχὲς στὸ Θεὸ ἔτσι ὅπως τὰ θέλει καὶ μάλιστα τὶς γιορτινὲς αὐτὲς ἡμέρες κι ἔτσι μὲ τὴ μεσίτευση τῶν ἁγίων νὰ λάβωμε μέρος κι ἐμεῖς στὴν πανήγυρη καὶ στὴν ἀπέραντη ἐκείνη εὐφορσύνη. Μακάρι ὅλοι μας νὰ τὴν ἀπολαύσωμε μὲ τὴ χάρη καὶ τὴ φιλανθρωπία τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ. Σ’ αὐτὸν ἀξίζει ἡ δόξα μὲ τὸν ἄναρχο Πατέρα του καὶ τὸ Πανάγιο καὶ ζωοποιὸ Πνεῦμα καὶ τώρα καὶ στοὺς αἰῶνες. Ἀμήν.

Μητροπολίτου Τρίκκης καὶ Σταγῶν Διονυσίου
Πατερικὸν Κυριακοδρόμιον
Τόμος Δεύτερος
Ἀθῆναι 1969
σελ.104-113


Άναβάσεις - http://anavaseis.blogspot.com

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου